Ancient Greek
584.3
Alexander, Dedicatio Ad Cosman 584.3
Unproofread scanNot analysed yet
"Ετερον πρὸς τὸ αὐτό, ὅπερ κεῖται ἐν τῷ Στράτωνος, λέγεται δὲ Μοσχίωνος. ²) "Ονου τὸ μετώπιον δέρματι περιεπτόμενον καὶ φορούμενον ἀπαλλάσσει. ³) ἧλον ἐκ πλοίου ναυαγήσαντος ἐλάσας ποίησον βραχιόλιον πλατύ, ὥστε ἐνθεῖναι ὀστοῦν ἀπὸ καρδίας ἐλάφου, καὶ περίθες⁴) ἐν τῷ εὐωνύμῳ βραχίονι. ἐκκαρδιώσας δὲ τὴν ἔλαφον ζῶσαν καὶ ἀναπτύξας τὴν καρδίαν ἀνυπερθέτως παραχρῆμα καλάμῳ εὑρήσεις⁵) ὡς σάρκιον πεπηγὸς ὀστάριον, εἶτα ξήρανον καὶ βαλὼν ποιεῖ, ὡς προεῖρηται, καὶ θαυμάσεις.