Ancient Greek
584.5
Alexander, Dedicatio Ad Cosman 584.5
Unproofread scanNot analysed yet
"Αλλο· ⁶) Ὀθόνιον ἐκ ναυαγήσαντος πλοίου ἤδη πεπλευχότος καὶ πεπαλαιωμένου δήσον ἐπὶ⁷) τὸν δεξιὸν βραχίονα ἐφ' ἑπτὰ ἑβδομάδας, ἐν αἷς ἀλουτείτω καὶ ἀοινείτω⁸), καὶ ἀπαλλαγήσεται ὁ κάμνων. πεσεῖται δέ, ἐὰν τρίχας ὄνου καὶ μούλης ὑποθυμιάσης. τύρεθρον δ' ἐὰν εἰς τοὺς μυκτήρας αὐτοῦ ἐμφυσήσης, εἰ μὲν εἴη⁹) ἱάσιμος, πταρήσεται, εἰ δὲ μή, οὔ.