Ancient Greek
116
Alexis Comic., Fragmenta 116
Unproofread scanNot analysed yet
δυ᾽ ἐστί, Ναυσίνιχε, παρασίτων γένη· ἐν μὲν τὸ κοινὸν καὶ κεχωρισμένον, οἱ μέλανες ἡμεῖς· ἕτερον δὲ ζην γένος, σεμνοπαρασίτων ἐκ μέσου καλούμενον, σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς ὑποκρινόμενον ἐν τοῖς βίοις, ὄφρυς ἔχον χιλιοταλάντους ἀνακυλῶν τ᾽ οὐσίας. νοεῖς σύ τὸ γένος καὶ τὸ πρᾶγμα; N. καὶ μᾶλα. A. τούτων ἑκάτερον τῶν γενῶν ὁ μὲν τύπος τῆς ἐργασίας εἶς ἐστι, κολακείας ἄγων· ὥστερ ἐπὶ τῶν βίων δέ, τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε τοὺς δ᾽ ἐλάττοσιν, εἰδ᾽ οἱ μὲν εὐποροῦμεν οἱ δ᾽ ἀλύομεν. ἆρά γε διδάσκω, Ναυσίνιχ᾽; N. οὐχ ἀστόχως· ἀλλ᾽ ἂν σ᾽ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι. Athenaeus 6, 237 b παρασίτων εἶναι φησι γένη δύο "Ἀλέξις ἐν Κυβερνήτῃ διὰ τούτων κτλ. 1. ἐστιν αὐσίνιχε A. v. 4 post 5