Ancient Greek
117 to 121
Alexis Comic., Fragmenta 117-121
Unproofread scanNot analysed yet
εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀθηναίων, καὶ θύμου δέσμαι τινές. σχεδὸν τι δ᾿ ἡμῶν ἐξ ἀκροκωλίου τινός —φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἔστηκε, λευκοῦ νέκταρος παλαιγενούς πλήρης, ἀφρίξων ᾿ὃν λαβὼν ἐγὼ κενὸν τριψας, ποιήσας λαμπρόν, ἀσφαλῆ βάσιν στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις Athenaeus 11, 472a Ἀλέξις ἐν Κύκνῳ κτλ. 4. ποήσας A. ἔπειτα πῶς ἠλθες; B. μόλις ὀπτωμένους κατέλαβον. A. ἐξόλοι’. ἀτὰρ πόσους φέρεις; B. ἐκκαίδεκ’. A. οἶσε δευρό μοι. B. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαίων τοὺς ἴσους. Athenaeus 3, 114d τοὺς δὲ ὀπταροὺς ἄρτους φαίους ὤνόμασεν Ἀλέξις ἐν Κυπρίῳ οὕτως κτλ. 2. 3. ἐξόλοιω ἀταρπος οὖς A. 3. ἐκκαίδεκα οἶσο A. οἶσε Dobr. Adv. II 303. μοι, in Ath. δή, add. Mein. 4. λευκῶν Dobr. τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών Athenaeus 3, 110e αὐτοπύρου δ’ ἄρτου μνημονεύει Ἀλέξις ἐν Κυπρίῳ κτλ. cf. Phryn. 38. Lucian. Pisc. 45 ἄρτους τῶν αὐτοπυριτῶν.