Ancient Greek
219
Alexis Comic., Fragmenta 219
Unproofread scanNot analysed yet
οὐδὲ εἰς ἂν εὐλόγως ἡμῖν φθονῆσαι νοῦν ἔχων, οἱ τῶν πέλας οὐδὲν ἀδικοῦμεν οὐδέν’· ἄρ’ οὐκ οἶσθ’ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν ὄνομ’ ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὑ τις ἢ κακῶς φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἂν σοι φράσαι· ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος, εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως, ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυριν τινα ἀφεμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ’ ὅ δὴ ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελᾷσῃ καὶ πίῃ καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὧν ἀφεῖται, κἂν τύχῃ γ’, ἐράνου τινός, πανηγυρίσας ἥδιστ’ ἀπήλθεν οἴκαδε.