Ancient Greek
222 to 230
Alexis Comic., Fragmenta 222-230
Unproofread scanNot analysed yet
τοῦτο γὰρ νῦν ἐστὶ σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον· ἅπαντες ὀρχοῦντ’ εὐθὺς ἂν οἴνου μόνον ὀσμὴν ἴδωσιν. Β. συμφορᾶν λέγεις ἄκρᾶν. Νάννιον δὲ μαίνεται ἐπὶ τῷ Διονύσῳ. ὁ οἰκοδεσπότης ἔστι καὶ Ἀλέξιος ἐν Ταραντίνοις. Pollux 10, 21. Phrynich. Epit. 373 οἰκίας δεσπότης λεκτέον, οὐχ ὡς Ἀλέξις οἰκοδεσπότης, ubi cf. Lobek. Thom. M. 259, 3. ἰδοὺ πάρρεστιν οἶνος. οὐκοῦν ἔρχεω, Κρίτων, πολύν; KP. βέλτιον ἕνα καὶ τέτταρας. A. ὕδαρὴ λέγεις· ὅμως δὲ ταύτην ἐκπιῶν λέγε τι καὶ διατριβὴν γε τῷ πότῳ ποιῶμεν. ὁ Κόρυνδος οὗτος, ὁ τὰ γέλοι᾽ εἰθισμένος λέγειν, Βλεπαῖος βούλετ᾽ εἶναι. B. νοῦν γ᾽ ἔχων· πλουτεῖ γὰρ ὁ Βλεπαῖος. ἤδη γὰρ ὁ βίος οὐμὸς ἐσπέραν ἄγει. Stobaeus Floril. 116, 19 'Αλέξιδος Τίτθης A (τιθής). A. μὴ παντελῶς αὐτῷ δίδου ὕδαρη. κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. καλῶς. B. ἤδυ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη; TP. Θάσιος. B. ὁμοιον. καὶ δίκαιον τοὺς ξένους πίνειν ξενικόν, τοὺς δ' ἐγγενεῖς ἐπιχώριον.