Ancient Greek
261
Alexis Comic., Fragmenta 261
Unproofread scanNot analysed yet
ἔλαθον γενόμενος οὐ τὸ πρᾶγμ’ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἦκ’ ἔχων, ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἔλαδὼν γέννη, οὐδὲ παρέχονσαι κνίσαν ἡμῖν πλείονα παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη ὑπερηφάνως ὀξοῦσα τῶν Ὠρῶν λοπάς, τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον· ἅπαντ’ ἐνὴν τάκει γὰρ ἐν ταύτῃ καλά, ἰχθύς, ἐριφοι, διέτρεχε τούτων σκορπίος, ὕπέφαινεν ὤδων ἡμίτομα τοὺς ἀστέρας. ἐπεβάλομεν τὰς χεῖρας. ὁ μὲν ἐμοὶ λαλῶν ἄμα καὶ διανευὼν ἠσχολεῖθ’, ὁ πᾶς δ’ ἄγων ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐχ ἀνῆχ’ ἕως τὴν λοπάδ’ ὁρύττων ἀποδέδειχα κόσκινον. Athenaeus 2, 60a "Ἀλέξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διαχρίνειν δυναμένοις κτλ. v. 5—10. 13. 14 excerpsit Eusta-thius 1348. 9 σμυγνῶν τις (!) παρὰ τῷ δειπνοσοφιστῇ ἀστείως ἔφη τὸ παρετέθη κτλ. v. 10 Athenaeus 2, 57e "Ἀλέξις δὲ ἡμίτομά πον ὤδων λέγει.