Ancient Greek
262 to 263
Alexis Comic., Fragmenta 262-263
Unproofread scanNot analysed yet
τίς δήθ' ὕμνῶν νοῦν τ' ἔχων τολμᾷ ποτε γαμεῖν, διαπραξάμενος ἥδιον βίον; εἴτ' οὐχὶ κρεῖττόν ἐστι τῷ γ' ἔχοντι νοῦν ἄτιμον εἶναι μᾶλλον ἢ γυναικ' ἔχειν; πολλῷ γε· τοὺς μὲν γοῦν ἄτιμους οὐκ ἔξ ἀρχὴν λαχόντας ὁ νόμος ἄρχειν τῶν πέλας· ἐπὰν δὲ γήμης, οὐδὲ σαυτοῦ κύριον ἔξεστιν εἶναι· τὰς γὰρ εὐθύνας μόνον ἑφημερινὰς τὰς τοῦ βίου κεκτήμεθα. ἐν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἔξον καλῶς· οὐ μήτε πράττεται τέλος μηδεὶς γὰρ ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρημένοις δόξης τιν' ὀγκον, τοῖς δ' ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ, τὸ τοιούτον χέρας τίς οὐκ ἂν αὐτῷ πτῶτο φάσκων νοῦν ἔχειν;