Ancient Greek
1 to 11
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 1-11
Not analysed yet
ἄβαξ καὶ ἀβακιον διαφέρει. ἄβαξ μὲν γάρ, ἐφʼ οὗ τὰ πράγματα παρατιθέασιν ἀβάκιον δέ, ἐφʼ οὗ ψηφίζουσιν ἀβέβηλα καὶ βέβηλα διαφέρουσιν, ἄμφω ἐπʼ ἀγαθῷ λαμβανόμενα. ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπʼ ἀγαθῷ ἄμφω λαμβάνοιντο· ἡ γὰρ κοινὴ χρῆσις |τοῦ βεβήλου τὴν ἐναντιωτάτην ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν. ἄγγελος καὶ ἐξάγγελος καὶ αὐτάγγελος διαφέρουσιν. ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ ἔνδσθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (7, 73, 3) διάγγελον εἴρηκεν· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοιʼ. αὐτάγγελος δὲ ὁ τὰ ἀφʼ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφʼ ἑτέρου. ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα. Ὅμηρος (δ 622) ‘οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ εὐήνορα οἶνον’. ἀγχιστεῖς καὶ συγγενεῖς καὶ οἰκεῖοι διαφέρουσιν. ἀγχστεῖς μὲν γάρ, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ. ἀγροῖκος καὶ ἄγροικος διαφέρει. προπερισπωμένως μὲν ὁ ἐν ἀγρῷ κατοικῶν, προπαροξυτόνως δὲ ὁ σκαιὸς τοὺς τρόπους. ἄγριος καὶ ἀγρεῖος διαφέρει. ἄγριος μὲν γάρ ἐστιν ὁ ὠμός, ἀγρεῖος δὲ ὁ ἀγροῖκος. ἀγνοεῖν καὶ ἀμφιγνοεῖν διαφέρει. ἀγνοεῖν μὲν γάρ ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν ἐπιδιστάζειν. ἀγωνοθέται μὲν ἐπὶ τῶν σκηνικῶν λέγονται, ἀθλοθέται δὲ ἐπὶ τῶν γυμνικῶν. ἀγρονόμος ἐὰν μὲν παροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νεμόμενος. τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη. ἀγόραιος καὶ ἀγοραῖος διαφέρει. ἀγόραιος ἐὰν προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμμένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον