Ancient Greek
12 to 16
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 12-16
Not analysed yet
ἀδεὴς καὶ ἀδαὴς διαφέρει. διὰ μὲν γὰρ τοῦ ε ὁ ἄφοβος, διὰ δὲ τοῦ ᾱ ὁ ἀμαθής. ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μὲν ἄημα συνεστραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα. ἆθλος καὶ ἆθλον διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον. ‘οὗτος μὲν δὴ ἄεθλος ἀ〈ά〉ατος ἐκτετέλεσταιʼ (χ 5), ἐπὶ δὲ τῶν ἐπάθλων ‘ἀέθλια πόσʼ ἀνελόντεςʼ (Ψ 736). Ἀθῆναι καὶ Ἀττικὴ διαφέρει. Ἀθῆναι μὲν γὰρ ἡ πόλις ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα. αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γάρ αἰτῶ ἐπὶ τοῦ εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δʼ αἰτοῦμαι ἐπὶ τῷ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι (fr. 410 Koerte 2) διαστέλλει ‘οὐ πῦρ γὰρ αἀτῶ οὐδὲ λοπάδʼ αἰτοῦμαι