Ancient Greek
164 to 168
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 164-168
Not analysed yet
ἕλκος ὠτειλῆς διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γινόμενον· ἔστι δʼ ὅτε καὶ ἐκ ταὐτομαίου· εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δέ ἐστιν ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή. ἐλέατρος καὶ ἐδέατρος διαφέρει. ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος παρὰ τοῖς ἐλεοῖς· τράπεζαι δʼ εἰσὶ μαγειρικαί. Ὅμηρος (Ι 215) ‘καὶ εἰν ἐλεοῖσιν ἔχευαν’. ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα. ἐμβάδες καὶ ἐμβάται διαφέρει. ἐμβάδες μὲν γὰρ τὰ κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά. ἐμεῖο καὶ ἐμοῖο διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, ὡς Ὅμηρος (ρ 153 τ 268) ‘ἐμεῖο δὲ σύνθεο μῦθον’. τὸ δʼ ἐμοῖο σύναρθρον· ‘τοῦ ἐμοῖο παιδός’. καὶ (Ω 486) ‘μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ’, ἀντὶ τοῦ ‘τοῦ σοῦ πατρός’. ἐμπειρία πείρας διαφέρει. πεῖρα μὲν γὰρ ἐφʼ ἑνὸς ἢ δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἡ ἐπὶ |πολλῶν κατάληψις βεβαία. πάλιν δὲ τέχνη ἐμπειρίας διαφέρει· ὅτι ἡ μέν ἐμπειρία ἐν τοῖς κανόσιν, ἡ γραμματικὴ δὲ τέχνη ἀδιάπτωτος ὡς καὶ ἡ ἐπιστήμη.