Ancient Greek
Ε
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 169
Not analysed yet
ἔνδον καὶ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων ‘ἔνδον εἰσέρχομαι’ ἢ ‘ἔαω ἐστὶν ὁ παῖς’. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ ἐν Τραχινίαις (202 sq.) ‘γυναῖκες αἵ τ᾿ ἔσω στέγης αἵ τʼ ἐκτός’, δέον εἰπεῖν ‘γυναῖκες αἵ τʼ ἔνδον’. καὶ Εὐριπίδης ἐν Ἡρακλείδῃ (Heraclidae 584) ‘καὶ τὸν γέροντα τήν τ᾿ ἔσω γραῖαν δόμων’ ἀντὶ τοῦ ἔνδον. Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Καλαθηφόροις (III p. 224 M. =fr. 40 K.) ‘ὅπως σπεύσεσθ᾿ ὅτι τις γέρων ἔσω’, δέον εἰπεῖν ἔνδον.