Ancient Greek
Ε
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 178
Not analysed yet
ἐπικήδιον καὶ θρῆνος διαφέρουσιν. ἐπίκήδιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ κήδει, θρῆνος δὲ τὸ ἐν ⌞οἱ⌟ῳδή⌞ποτε χρόνῳ⌟· οὕτω φησὶ Τρύφων (fr. 114 Vels.) . ριστοκλῆς δὲ ὁ Ῥόδιος ἐν τῷ Περὶ ποιητικῆς τοὔμπαλιν· φησὶ γὰρ ‘θρῆνος δʼ ἐστὶν ᾠδὴ τῆς συμφορᾶς οἰκεῖον ὄνομα ἔχουσα· ὀδυρμὸν γὰρ ἔχει σὺν ἐγκωμίῳ τοῦ τελευτήσαντος. τινὲς μὲν οὖν κοινῶς πάντα εἶπον θρήνους, οἱ δὲ διαφέρειν θρῆνόν τε καὶ ἐπικήδιον τὸ |τὸν θρῆνον ᾄδεσθαι παῤ αὐτῇ τῇ συμφορᾷ πρὸ τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενο†ς† ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς, τὸ δʼ ἐπικήδιον ἔπαινόν τινα τοῦ τελευτήσαντος μετά τινος μετρίου σχετλιασμοῦʼ.