Ancient Greek
171 to 177
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 171-177
Not analysed yet
ἐνθύμημα καὶ ἐνθύμιον διαφέρει. ἐνθύμημα μὲν γάρ ἐστι πτοιοῦ λόγου σχῆμα, τὸ δʼ ἐνθύμιον ἐτίθετο ἐπὶ τοῦ |προστροπαίου παῤ Ἀττικοῖς· ὁ γοῦν Ἀντιφῶν (cf. 2 γ 10 BI.) ἐν τοῖς Φο{ι}νικοῖς φησι ‘τεθνεὼς οὗτος ὑμῖν ἐνθύμιος γενήσεται’. ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. ἔνδοξος μὲν γάρ ἐστιν ὁ ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος. ἕνεκα καὶ χάριν διαφέρει. ὁ μὲν γὰρ ἕνεκα ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον ‘ἕνεκα Ἀλεξάνδρου καὶ ἕνεκα Ἑλένης ἐστράτευσε Μενέλαος· ὁ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν, οἷον ‘χάριν Μενελάου Ἀχιλλεὺς ἐστράτευσε’, τουτέστι Μενελάῳ χαριζόμενος. ἐννοεῖν καὶ ἐννοεῖσθαι διαφέρει. ἐννοεῖ μὲν γὰρ ἄφνω, μὴ ἐπιστῆς· ἐννοεῖται δὲ ὁ ἀπὸ μακρὰν διαλογιζόμενος. ἐξόσου καὶ ἐξ οὕτινος· διαφέρει. ἐξόσου μὲν γὰρ χρόνου, ἐξότου δὲ τοῦ ἐξ οὕτινος. ἐξανέψιοι καὶ {ἐξ}ἀνεψιοὶ διαφέρει. καὶ ⌞ὅτι⌟ βαρυτόνως ⌞Ἀττικοὶ⌟ προφέρονται τοὔνομα φησὶ {γὰρ} Τρύφων (fr. 8 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας· ‘ἐξανέψιοι ὡς ἀμέριμνοι, ἀναστελλομένης τῆς ὀξείας ἐκ τοῦ ἀνεψιοὶ ὀνόματος ὀξυνομένου.’ εἰσὶ δὲ οἱ μὲν ἀνεψιοὶ τῶν ἀδελφῶν παῖδες, καθὰ καὶ ἡμεῖς ἐκδεχόμεθα· ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες. ἐοικότα εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως ἐχόμενα⌞εἰκότα⌟, τὰ δʼ ἐμφερῆ ἐοικότα.