Ancient Greek
A
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 18
Not analysed yet
αἶνος καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴν ἢ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος, ὥς φησι Λούκιος Τάρραιος ἐν τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 p. 75 Linnenkugel), οἷον ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παῤ Ἀρχιλόχῳ (fr. 89 D D. 3) ‘αἶνός τις ἀνθρώπων ὅδε, ὡς ἆρ’ ἀλώπηξ {τε} κἀετὸς ξυνωνίην ἔθεντοʼ, καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ (fr. 81, 1—2) ‘ἐρέω τινʼ ὑμῖν αἶνον, ὦ Κηρυκίδη, ἀχνυμένη σκυτάληʼ, εἶτʼ ἐπιφέρει (fr. 81, 3—6) ‘πίθηκος ᾔει θηρίων ἀποκριθείς μοῦνος ἀνʼ ἐσχατιήν. τῷ δʼ ἆῤ ἀλώπηξ κερδαλῆ συνήντετο πυκνὸν ἔχουσα νόονʼ. καὶ Ἡσίοδος (opp. 202sq )‘νῆν δʼ αἶνον βασιλεῦσιν ἐρέω νοέουσι καὶ αὐτοῖς· ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρονʼ. ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ (fr. 194 6—8 Pf.) ‘ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ δάφνην ἐλαίην εἰκὸς οἱ πάλαι Λυδοί λέγουσι θέαθαιʼ, καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία μετὰ διηγήσεος ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν. οἷον ‘μένε βοῦς ποτε βοτάνηνʼ καὶ ‘ἄκισσος μετ’ Ἀνθεστήριαʼ.