Ancient Greek
A
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 17
Not analysed yet
αἰδὼς καὶ αἰσχύνη διαφέρει, ὅτι ἡ μὲν αἰδώς ἐστιν| ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δʼ ἐφʼ οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται. διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli) τὴν διαφορὰν |ἐν τῷ πρώτῳ Νόμων παιδευτικῶν. φησὶ γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας ὑπεροχάς. ἡ δʼ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.