Ancient Greek
216 to 218
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 216-218
Not analysed yet
ἠγέρθη καὶ ἀνέστη διαφέρει. ἠγέρθη μέν, λεκτέον, ἀπὸ ὕπνου, ἀνέστη δὲ ἀπὸ κλίνης. ἦθος μέν ἐστιν ἀρχὴ ἐπιτηδεύματος, τρόπος δʼ ἐπίστα|σις πράξεων κατὰ κρίσιν καὶ ἀναστροφήν. ἤλπισαν καὶ ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινες, ἐλπίδας ἔχοντες περί τινος· ἐπήλπισαν δέ, ἕτεροι ἑτέρους εἰς ἐλπίδα ἤγαγον.