Ancient Greek
Η
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 219
Not analysed yet
ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ κατάστημα μόνον ἀσώματον, ἣν Ἡσίοδος (theog. 124) Νυκτὸς γενεαλογεῖ ‘Νυκτὸς δʼ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο’. ἠὼς δὲ τὸ συναμφότερον, ἣν πάλιν Ἡσίοδος (theog. 371sq. 374) Θείας ὑποτίθεται ‘Θεία δʼ {αὖθ᾿} Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει γείνατο’, ἐπὶ δὲ τῆς σωματοειδοῦς (ο 250) ‘ἀλλʼ ἤτοι κα χρυσόθρονος ἥρπασεν Ἠώςʼ.