Ancient Greek
Η
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 220
Not analysed yet
ᾖς καὶ ἦσθα καὶ ἦ διαφέρει. τὸ μὲν γὰρ ἦσθα παρῳχη|μένον δηλοῖ χρόνον, τὸ δὲ ᾖς τὸν μέλλοντα. Ὅμηρος (Χ 233) ‘Δηΐφοβ᾿ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦαθα᾿· ἐπὶ δὲ τοῦ ᾖς Μένανδρος (fr. 454 Koerte2) ἐν Ψευδηρακλεῖ ‘ὑπὲρ μὲν οἴνου μηδὲ γρύ, τιτθή, λέγε, ἂν τἆλλα δʼ ᾖς ἄμεμπτος {εἰς τὴν} ἕκτην ἐπὶ δέκα Βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί’. καὶ καθόλου πάντοτε οὕτω λέγεται ἐπὶ τοῦ μέλλοντος καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν, οἷον ‘ἐὰν νοῇς· ἐὰν λαλῇς· ὅπως λαλῇς· ἐὰν ᾖς ἀγαθός’. ὁ γοῦν λέγων πρός τινα ‘ἦς ποτε πλούσιος’ ἀγνοήσει τὴν διαφορὰν δέον φάναι ‘ἦσθα’. τὸ δὲ ἦ ἀντὶ τοῦ ἔφη τάσσει Ὅμηρος (Α 528 Ρ 209) ‘ἦ καὶ κυανέῃσιν’. διαφέρει δὲ τὰ ῥήματα τῇδε, ὅτι τὸ μὲν ἐπὶ τρίτου προσώπου μόνον τάσσεται, τὸ δὲ ἔφη ἐπὶ ⌞τῶν⌟ τριῶν, ὡς ἔφη⌞ν⌟ μὲν ⌞ἐγώ, ἔφησθα δὲ σύ, ἔφη δʼ ἐκεῖνος⌟.