Ancient Greek
222 to 225
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 222-225
Not analysed yet
Θαλαμιὰς ὡς ἀγαθὰς καὶ θαλάμας ὡς μεγάλας διαφέρει, φησὶ Τρύφων (fr. 9 Vels.) ,παρὰ τοῖς Ἀττικοῖς, ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, δηλώσει τὸ τῶν Διοσκούρων ἱερόν· ἐὰν δὲ βαρυτονήσωμεν, τὰς καταδύσεις μηνύει. θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω καὶ κατηγορῶ, οἷον ‘θαυμάζω τῶν ταύτην ἐχόντων τὴν γνώμην’· αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον ‘θαυμιάζω τοὺς οὕτω φρονοῦντας’. θαυμάζειν ἐστὶ τὸ ἀπορεῖν τι ὂν αἰτία παραλόγου τινός, τερατοῦσθαι δὲ τὸ θαυμάζειν τι τέρας· ἔστι γὰρ τέρας τὸ παρὰ φύσιν σημαῖνόν τι. θεημαχία καὶ θεομαχία διαφέρει. θεημαχία μὲν γάρ ἐστιν ἡ πρὸς θεὸν μάχη, θεομαχία δὲ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη.