Ancient Greek
Θ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 226
Not analysed yet
θεωρὸς καὶ θεατὴς διαφέρει. θεωρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς |πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. Εὐριπίδης ἐν Ἴωνι (301) ‘πότερον θεατὴς ἢ χάριν μαντευμάτων’, τουτέστι θεωρός· καὶ Αἰσχύλος (fr. 598 Mette =fr. 289 N2.) ‘βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν’. ἁρμαρτάνουσιν οὖν οἱ λέγοντες ‘θεωρῆσαί με δεῖ τὸν ἀγῶνα’, δέον εἰπεῖν ‘θεάσασθαι’. διαστέλλει δὲ τοῦτο ἐπιμελῶς Λυσιμαχίδης (FG Hist. 366 F 9) ἐν τῷ πρὸς Κεκίλιον (cf. fr. 155 p. 168 Ofenloch) Περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν· τὸ δὲ θεωρεῖν, φησίν, οὐκ ἄλλο τι τὸ τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. διὸ καὶ τοὺς τῶν θεαμάτων ἕνεκεν πεμπομένους, σὺν θυσίαις δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς· καὶ τὸ τοῖς Ἀθηναίοις διδόμενον θεωρικὸν οὐχὶ διὰ τὰς θέας, ὡς Κεκίλιος ὑπέλαβεν, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐφραίνεσθαι.