Ancient Greek
Θ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 231
Not analysed yet
Θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρουσιν, καθὼς Δίδυμος (p. 238 Schmidt) ἐν Ὑπομνήματι τῷ πρώτῳ τῶν παιάνων Πινδάρου (fr. 60 Snell) φησίν· ‘καὶ τὸν τρίποδα ἀπὸ τούτου Θηβαγενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμήν⌞ι⌟ον πρῶτον. τίς δʼ ἐστὶ διαφορὰ Θηβαγενῶν πρὸς Θηβαίους, Ἔφορος (FGHist 70 F 21) ἐν τῇ δευτέρᾳ φησίν· ‘οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν. τοὺς δὲ τοῖς Ἀθηναίοις ὁμόρους προσοικοῦντας ἰδίᾳ Θηβαῖοι προσηγάγοντο πολλοῖς ἔτεσιν ὕστερον {δὲ}, οἳ σύμμικτοι μὲν ἦσαν πολλαχό|θεν, ἐνέμοντο δὲ τὴν ὑπὸ τῶν Κιθαιρῶν χώραν καὶ τὴν ἀπομάντιον τῆς Εὐβοίας· ἐκαλοῦντο δὲ Θηβαγενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων᾿.’