Ancient Greek
227 to 230
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 227-230
Not analysed yet
θεράποντες καὶ οἰκέται διαφέρουσιν. θεράποντες μὲν γὰρ οἱ ὑποτεταγμένοι φίλοι, ὑφʼ ὧν θεραπεύονται οἱ προσή|κοντες· οἰκέται δὲ δεσποτῶν. θέσθαι καὶ ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην, ὑποθέαθαι δὲ τὸ δοῦναι ὑποθήκην. θέλειν καὶ βούλεσθαι ἐὰν λέγῃ τις, δηλώσει ὅτι ἑκουσίως τε καὶ εὐλόγως ὀρέγεταί τινος. θερίζειν τό τε διατρίψειν τὴν τοῦ θέρους ὥραν, ὡς τὸ χειμάζειν, καὶ τὸ τοὺς Δημητριακοὺς καρποὺς συλλέξαι.