Ancient Greek
Ι
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 244
Not analysed yet
ἶπες καὶ θρίπες καὶ κίες καὶ ἴκες διαφέρουσιν. ἶπες μὲν γὰρ λέγονται θηρίδια τὰ διαβρωτικὰ τῶν κεράτων· Ὅμηρος (φ 395) ‘μὴ κέρας ἶπες ἔδοιεν’. θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα· καὶ θριπήδεστα{τα} τὰ ὑπὸ τῶν θριπῶν διαβεβρωμένα ξύλα οἷς καὶ ἀντὶ σφραγίδων ἐχρῶντο, ὅτι ἦν δυσπαράπιστα. κίες δὲ τὰ ἐν τοῖς πυροῖς καὶ ἐν ταῖς κριθαῖς θηρίδια. ἴκες δὲ τὰ διεσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων· Ἀλκμάν (P. M. G. 93 Page =fr. 54 D.) ‘καὶ ποικίλον ἴκα, τὸν ὀφθαλμῶν ἀμπέλων ὀλετῆρα’.