Ancient Greek
245 to 246
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 245-246
Not analysed yet
ἱππεὺς καὶ ἱππότης διαφέρει. ἱππεὺς μέν ἐστιν ὁ τῷ ἵππῳ χρώμενος, ἱππότης δὲ ὁ ἔφιππος. ἴαοι καὶ κοινοὶ διαφέρει. Πλάτων ἐν Πρωταγόρᾳ (337 a 2–6)· ‘χρὴ γὰρ τοὺς ἐν τοῖσδε λόγοις παραγινομένους κοινοὺς μὲν |εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστι γὰρ οὐ ταὐτόν· ⌞κοινῇ⌟ μὲν γὰρ ἀκοῦσαι ἀμφοτέρων χρή, μὴ ἴσον δὲ ⌞νεῖμαι⌟ ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ, ⌞ἔλαττον⌟’.