Ancient Greek
Ι
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 247
Not analysed yet
ἰσοτελὴς καὶ μέτοικος διαφέρει. ἰσοτελὴς μὲν γὰρ ὁ τετιμημένος μέτοικος ἐν τῷ ἴσῳ τάγματι τοῖς πολίταις καὶ τὸ μὲν μετοίκιον μὴ τελῶν, πάντα δὲ ἔχων τὰ αὐτὰ τοῖς πολίταις πλὴν τοῦ ἄρχειν. μέτοικος δὲ ὁ μετοικήσας εἰς ἑτέραν πόλιν ἐκ τῆς ἑαυτοῦ καὶ τοῦ μὲν ξένου πλέον τι ἔχων, τοῦ δὲ πολίτου ἔλαττον. ἐτέλει δὲ ὁ μέτοικος κατ᾿ ἐνιαυτὸν δραχμὰς δέκα, καὶ ἐν τῇ τῶν Ἀθηναίων πομπῇ σκάφην ἔφερε κηρία ἔχουσαν. ὅθεν καὶ σκαφηφόρους ἔλεγον τοὺς μετοίκους. πολλάκις δὲ καὶ συνεστράτευον τοῖς Ἀθηναίοις.