Ancient Greek
Κ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 256
Not analysed yet
καταχύματα καὶ καταχύσματα διαφέρει. καταχύματα μὲν γὰρ χωρὶς τοῦ σ τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶνος καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ σ αἱ ἰσχάδες καὶ τὰ ἄλλα τραγήματα τῶν νεω|νήτων δούλων ἃ κατέχευον. Ἀριστοφάνης (Plut. 794)· ‘εἶτ᾿ οὐχὶ δέξῃ δὴ τὰ καταχύσματα;’ ,καὶ Δημοσθένης (or. 45, 74) ‘ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι ἣ τὰ καταχύσματα αὐτοῦ κατέχε{υ}ε τότε, ἡνίκα ἐωνήθη’.