Ancient Greek
257 to 267
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 257-267
Not analysed yet
κάδος καὶ καδίσκος διαφέρει. κάδος μὲν γὰρ λέγεται ᾧ ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς ὃ τὰς ψήφους ἐμβάλλουσιν ⌞οἱ δικασταί⌟. καθάρσια καὶ καθάρματα διαφέρει. καθάρσια μὲν γὰρ λέγεται τὰ ἱερὰ καὶ τὰ ἄλλα οἷς καθαίρονται, καθάρματα δὲ τὰ μετὰ τὸ καθαρθῆναι ἀπορριπτούμενα. κανθαρίζειν καὶ τονθορίζειν διαφέρει. κανθαρίζειν μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ τρέμειν, τονθορίζειν δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν. καιρὸς καὶ χρόνος διαφέρει. καιρὸς μὲν γάρ ἐστι μέρος χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα, χρόνος δὲ |καιρῶν πολλῶν περιοχὴ καὶ σύλληψις. ἄλλο ὁ μὲν καιρὸς δηλοῖ ποιότητα χρόνου, οἷον ὅτε πόλεμος ἦν, χρόνος δὲ ποσότητα, οἷον πρὸ δέκα χρόνων μετὰ δέκα ἔτη. κάλλαια καὶ κάλλη διαφέρει. κάλλαια μὲν γάρ εἰσιν οἱ τῶν ἀλεκτρυόνων πώγωνες, κάλλη δὲ τὰ ἄνθη τῶν βαμμάτων. κάθησο τοῦ κάθισον διαφέρει. κάθησο μὲν γὰρ ἐροῦμεν αὐτῷ τινι περὶ ἑαυτοῦ κελεύοντες, κάθισον δὲ περὶ ἑτέρου· ‘κάθισον αὐτόν’. κακὸς πονηροῦ διαφέρει ὥσπερ ὁ ἄκακος τοῦ ἀγαθοῦ. κακὸς μὲν γὰρ ὁ πανοῦργος, πονηρὸς δὲ ὁ δραστικὸς κακοῦ. κακοήθεια μέν ἐστι κακία κεκριμ{μ}ένη, κακοτροπία δὲ ποικίλη καὶ παντοδαπὴς πανουργία. κέλης καὶ ἐπακτροκέλης διαφέρει. κέλης μὲν γάρ ἐστι πλοιά|ριόν τι μικρόν, ἐπακτροκέλης δὲ κακοῦργον καὶ λῃστρικὸν σκάφος μεταξὺ ἐπακτρίδος καὶ κέλητος. Αἰσχίνης (1, 191) ἐν τῷ Κατὰ Τιμάρχου· ‘ἁλλ᾿ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν εἶναι· ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτα εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει’. ἐπακτῆρες δὲ οἱ κυνηγέται καλοῦνται. κέλυφος, κελύφανον καὶ ἔλυτρον διαφέρει. κέλυφος μὲν γὰρ λέγεται ἐπὶ τῶν ὀστρακοδέρμων οἷον τῶν κογχυλίων, κελύφανον δὲ ἐπὶ τραγημάτων καὶ ὀσπρίων, ἔλυτρον δὲ τὸ ὑγρὸν χώρημα. κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ ὁ καρπός (FCG IV p. 601 M. =fr. ad. 34 K.) · ‘ἀλλὸ θύε τοὺς κέδρους’.