Ancient Greek
272 to 285
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 272-285
Not analysed yet
κλῆσις καὶ πρόσκλησις διαφέρει. κλῆσις μὲν γάρ ἐστιν ἡ εἰς ὁτιοῦν |τῶν δικαστηρίων γινομένη, πρόσκλησις δὲ ἡ εἰς Ἄρειον πάγον. κλῆμα κλίματος διαφέρει. κλῆμα μὲν γάρ ἐστιν εἶδος ἀμπέλου, κλῖμα δὲ μέρος τι τοῦ κόσμου. κλύσαι μὲν λέγεται ποτήριον ἢ ἀγγεῖον, νίψαι δὲ πρόσωπον ἢ πόδα, πλῦναι δʼ ἐσθῆτα. κόρδαξ καὶ κάρδαξ διαφέρει. κόρδαξ μὲν γάρ ἐστιν εἶδος ὀρχήσεως, κάρδαξ δὲ τις ἐκαλεῖτο στρατιώτης, βάρβαρος δὲ ἡ λέξις. καλεῖται δὲ ἡ μὲν τραγικὴ ὄρχησις ἐμμέλεια, σίκινις δὲ ἡ σατυρική, κόρδαξ δὲ ἡ κωμική. κομιδῇ καὶ κομιδὴ διαφέρει. κομιδῇ γὰρ περισπωμένως ἐπίρρημα καὶ σημαίνει τὸ παντελῶς, κομιδὴ δὲ ὀξυτόνως ὄνομά ⌞ἐστι καὶ σημαίνει τὴν ἐπιμέλειαν⌟, οἷον ‘οὐ σφῶιν κομιδή’ (Ψ 411). λέγεται δὲ καὶ ἡ ἀπόληψίς τινος κομιδὴ παρὰ τὸ κομίσασθαι καὶ ἀπολαβεῖν. κόπτει καὶ ψοφεῖ διαφέρει. κόπτει μὲν γὰρ τὴν θύραν ὁ ἔξωθεν, ψοφεῖ δὲ ὁ ἔνδοθεν ἐξιών. κομᾶν καὶ κουριᾶν διαφέρει. κομᾶν μὲν γάρ ἐστι τὸ 84Va. ἐπί τινι σεμνύνεσθαι τῶν καλῶς πεπραγμένων καὶ τρέφειν κόμην, κουριᾶν δὲ τὸ κουρᾶς ἐπιδεῖσθαι καὶ κόμην καθεικέναι. κόρυδος καὶ Κορύδαλος διαφέρει. κόρυδος μὲν γὰρ τὸ ὄρνεον, λέγεται δὲ Γῆς ἱερόν· Κορύδαλος δὲ δῆμος Ἀθήνησιν ἐν Σωτείρας Κούρης ἱερόν. κόνις καὶ κονὶς διαφέρει. τὸ γὰρ λεπτότατον τῆς γῆς ὀξύνεται, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς γινόμενον φθειρῶδες βαρύνεται. κόσμος οἰκουμένης διαφέρει. τὸ μὲν περιέχει οἰκουμένην καὶ ἄστρα, τὸ δὲ γῆν μόνον τὴν φανεράν. κτήματα καὶ ἐπικτήματα διαφέρει. κτήματα μὲν γάρ ἐστι τὰ ἐν τῇ οἰκείᾳ, ἐπικτήματα δὲ τὰ ἐν ἀλλοτρίᾳ. κτῆσις μέν ἐστι πᾶσα ἡ οὐσία, κτῆμα δʼ ἕν τι. κραιπάλη καὶ μέθη διαφέρει. κραιπάλη μὲν γάρ ἐστιν ἡ χθεσινὴ μέθη, μέθη δὲ ἡ τῆς αὐτῆς ἡμέρας γινομένη οἴνωσις. κύπτειν καὶ κυπτάζειν διαφέρει. κύπτειν μὲν γὰρ τὸ ἐπικάμπτεσθαι τῷ σώματι, κυπτάζειν δέ ἐστι τὸ στραγγεύεσθαι. Ἀριστοφάνης ἐν Νεφέλαις (509) ‘χώρει, τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;’ .