Ancient Greek
Κ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 271
Not analysed yet
κίθαριν καὶ κιθάρα⌞ν⌟ διαφέρει⌞ν⌟ φησὶν Ἀριστόξενος (fr. 102 Wehrli) ἐν τῷ Περὶ ὀργάνου. κίθαριν μὲν γὰρ ⌞εἶναι τὴν λύραν⌟ καὶ ⌞τοὺς χρωμένους⌟ αὐτῇ κιθαριστ⌞άς⌟, οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάραν δὲ ᾗ χρῆται ὁ κιθαρῳδός. Αἰσχίνης (cf. 1, 41) ἐν τῷ Κατὰ Τιμάρχου διαστέλλει καί φησιν οὕτω· ‘περὶ αὐτῷ εἶχε κιθαριστὰς καὶ κιθαρῳδούς’. κιθαριστὴς μέν ἐστιν ὁ μόνον ψάλλων, κιθαρῳδὸς δὲ ὁ καὶ ᾄδων.