Ancient Greek
Λ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 292
Not analysed yet
λαχεῖν καὶ κληρώσασθαι διαφέρει. λαγχάνει μὲν εἷς, οὗ ἂν ὁ κλῆρος ἔλθῃ· Ὅμηρος (Η 171) ‘κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς ὥς κε λάχῃσι’. κληροῦνται δὲ ⌞πάντες⌟ οἱ καθιέντες εἰς τὸν κλῆρον. καὶ λαχεῖν μέν ἐστι τὸ ἐκ τῶν κληρουμένων τοῦ προκειμένου τυχεῖν, κληρώσασθαι δὲ τὸ κλήρῳ χρήσασθαι.