Ancient Greek
Λ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 293
Not analysed yet
λαλεῖν καὶ λέγειν καὶ διαλέγεσθαι διαφέρει. λαλεῖν μὲν γάρ ἐστι τὸ ἀτάκτως ἐκφέρειν τὰ ὑποπίπτοντα ῥήματα, λέγειν δὲ τὸ τεταγμένως προφέρεσθαι τὸν λόγον, διαλέγεσθαι δὲ τὸ ἀμείβεσθαι καὶ λόγον ἀντὶ λόγου ἀποδοῦναι πρὸς τὸν διαλεγόμενον· Πλάτων ἐν Σοφιστῇ. οἱ δʼ ἄλλοι φιλόσοφοι διαιροῦσιν οὕτως· λαλεῖν μὲν τοὺς ἀτάκτως ἐκφέροντας ὁνπεροῦν λόγον, διαλέγεσθαι δὲ καὶ λέγειν τοὺς μετ᾿ ἐπιμελείας λέγοντας· διαφορὰν δὲ τῶν δύο τούτων λέγουσι, καὶ τὸ μὲν διεξιέναι λόγον συναίροντες λέγειν φασί, διαλέγεσθαι δὲ τὸ ἀμειβόμενον τοὺς λόγους κατ᾿ ἐρώτησιν καὶ ἀπόκρισιν ποιεῖσθαι.