Ancient Greek
Μ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 318
Not analysed yet
μετρεῖσθαι καὶ ἵστασθαι διαφέρει. μετρεῖσθαι μὲν γὰρ ἔλεγον οἱ παλαιοὶ μέτρῳ λαμβάνειν πυρὸν τι τοιοῦτον ἐν δάνει, ἵνα ἀποδῷ. Ἡσίοδος (opp. 349) ‘εὖ μὲν μετρεῖαθαι’, ‘εὖ δʼ ἀποδοῦναι’, οὐχὶ ἀργύριον ἢ χρυσόν, οὐδέπω γὰρ ἦν νομίσματα. ἵστασθαι δὲ ὡς Ὅμηρος (Ν 745 sq.) ‘δείδω μὴ τὸ χθιζὸν ὑποστήσονται Ἀχαιοὶ χρεῖος’, οἷον τὸ γενόμενον αὐτοῖς ἐλάττωμα ἐν τῷ μάχεσθαι ἀντὶ τοῦ χρεολυτήσωσι καὶ ἀντιστήσονται ὡσπερεὶ ὀφειλόμενον δάνος. χρήσασθαι δʼ ἔλεγον ἱμάτιον ἢ σκεῦος.