Ancient Greek
319 to 323
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 319-323
Not analysed yet
μεταβολὴ καὶ ἀλλοίωσις διαφέρει. μεταβολὴ μὲν γὰρ ἡ ἀπὸ τοῦ κακοῦ πρὸς τὸ κρεῖττον μεταβολή, ἀλλοίωσις δὲ ἀπὸ τοῦ καλοῦ πρὸς τὸ χεῖρον ἀλλοίωσις. μέμψασθαι, ἐγκαλεῖν καὶ ψέγειν διαφέρει. μέμψις μέν ἐστιν ἀμελοῦντος κατηγορία ,ψόγος δὲ ἐπονειδίστου. μινυρίζειν καὶ μινύρεσθαι διαφέρει. μινυρίζειν μὲν γάρ ἐστι ἠρέμα προσᾴδειν, μινύρεσθαι δὲ τὸ θρηνεῖν· τὸ δʼ αὐτὸ καὶ κινύρεσιαί φασιν. μισητὴ καὶ μισήτη διαφέρει παρὰ τοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων (fr. 10 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν σημαίνει τὴν ἀξίαν μίσους, καθὰ καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ προφερόμεθα, ἐὰν δὲ βαρυτονήσωμεν τὴν |καταφερῆ πρὸς συνουσίαν. τὴν δὲ διαφορὰν τῶν σημαινομένων καὶ παρὰ Δωριεῦσί φασι φυλάττεσθαι καὶ παῤ Ἴωσιν. μισθὸς μισθώματος διαφέρει. μισθὸς μέν ἐστιν ὁ δίκαιος μισθός, μίσθωμα δὲ τὸ ἐπονείδιστον.