Ancient Greek
Ν
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 334
Not analysed yet
νῆες πλοίων διαφέρουσιν. Δίδυμος (p. 321 Schmidt) ἐν ἑνδεκάτῳ ῥητορικῶν ὑπομνημάτων φησὶν οὕτως· ὅτι διαφέρουσιν αἱ νῆες τῶν πλοίων. τὰ μὲν γάρ ἐστι στρογγύλα, αἱ δὲ κωπήρεις καὶ στρατι⌞ώ⌟τιδες. Ἀριστοτέλης δὲ (fr. 614 Rose) ἱστορεῖ ἐν Δικαιώμασι τῶν πόλε{μ}ων οὕτως· ‘Ἀλέξανδρος ὁ Μολοττὸς ὑπὸ ταὐτὸν χρόνον, Ταραντίνων αὐτὸν μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατι⌞ωτι⌟κοῖς’.