Ancient Greek
Ν
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 333
Not analysed yet
Νηρεΐδες Νηρέως θυγατέρων διαφέρει. Δίδυμος (p. 300 Schmidt) ὁμοίως ἐν ὑπομνήματι Βακχυλίδου Ἐπινίκων (cf. 1, 8 et 13, 123 Snell8)· φησὶ γὰρ κατὰ λέξιν ‘εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δω|ρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι· καὶ τὰς μὲν γνησίας καὶ τὸν ἀριθμόν, πλείους δὲ τὰς ἄλλας. ταῦτα φησὶ Μνασέων (FHG III p. 154 fr. 25b) ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοιοῦτον.’ εἶτα ἐκτίθεται διὰ μακρῶν τὴν λέξιν καὶ ἐπιφέρει πιθανῶς, τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῷ μόνον Νηρεΐδας.