Ancient Greek
338 to 340
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 338-340
Not analysed yet
ξόανον, βρέτας, ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἐλεφάντινον, βρέτας δέ τὸ βροτῷ ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐκ τῆς ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ πώρινον ἢ ἔκ τινος ἑτέρου λίθου κατεσκευασμένον. ξενίζειν {μὲν} οὐ μόνον τὸ καταδέχεσθαι ξένον, ἀλλὰ καὶ τὸ ξέ|νως διαλέγεσθαι, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Βοιωτόν. ξυατὸν τό τε ἀκόντιον ὡς παρʼ ἡσιόδω ἐν τῷ πρώτῳ (Herodot. 1,52), καὶ τὸ οἰκοδόμημα ὡς παρὰ Ξενοφῶντι ἐν Οῖκονομικῷ (11, 15).