Ancient Greek
341 to 342
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 341-342
Not analysed yet
ὀβελὸς ὀβολοῦ διαφέρει. ὀβελὸς μὲν γάρ ἐστιν εἰς ἃ διαπείρονται τὰ κρέα μέλλοντα ὀπτᾶσθαι, ὀβολὸς δέ μέρος δραχμῆς. ὅδε καὶ ὁδὶ διαφέρει. ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν.