Ancient Greek
Ο
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 343
Not analysed yet
οἰκῆας καὶ οἰκείους διαφέρειν φασίν. οἰκεῖοι μὲν γὰρ καὶ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δʼ ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. φησὶ γοῦν Ἕκτωρ (Ζ 365 sq )· ‘ὄφρʼ ἴδωμεν οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόνʼ· καὶ (Ε 4I3) ‘ἐξ ὕπνου γόωσα φίλους οἰκῆας ἐγείρειʼ. καὶ ἐν Ὀδυσσείᾳ (ξ 4) ‘κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύςʼ.