Ancient Greek
402 to 404
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 402-404
Not analysed yet
πολίτης καὶ πατριώτης διαφέρει. πολίτης μέν γάρ ἐστιν ὁ ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης δέ ὁ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. ἡ γὰρ πατρὶς καὶ ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ ‘τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠέ νέεσθαι φίλην ἐς πατρίδα γαῖαν᾿ (B 453 sq.) . οὐ γὰρ πάντες ἐκ μιᾶς ἦσαν πατρίδος, ἀλλ᾿ ἐκ μιᾶς χώρας. πόλις καὶ ἄστυ διαφέρει. πόλις μέν γὰρ καὶ ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον ὁ τόπος. |(P 144)· ‘φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃς’. ποιεῖν τοῦ περιποιεῖν διαφέρει. ποιεῖν μέν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν.