Ancient Greek
Π
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 405
Not analysed yet
πόνηρον βαρυτονούμενον, ὡς σόλοικον, καὶ πονηρὸν ὀξυτονούμενον, ὡς κυδοιμόν, φασὶ διαφέρειν παρὰ τοῖς Ἀττικοῖς· ὁμοίως μόχθηρον καὶ μοχθηρόν. πονηρὸς μέν γάρ, φασίν, ὀξυτόνως ὁ κακοήθης, πόνηρος δέ ὁ ἐπίπονος. —‘ἀτόπως’' φησὶ Τρύφων (fr. 15 Vels.) ‘καὶ 〈γὰρ〉 τὰ φαῦλα μόχθηρα λέγομεν. κατὰ δʼ ὀξύτητα’, φησί, ‘καὶ ἐπ᾿ ἐμψύχων καὶ ἀψύχων· μοχθερᾶς γέ τοι τέχνης τὸ δημιούργημά φαμεν εἶναι. εἰ δὴ τὰ τοῦ τύπου κεκοινώνηκεν, ἄμφω ὀφείλει καὶ τῶν αὐτῶν τόνων μετέχειν, ὅτι ὀξυτονεῖν ἀπαιτεῖ ὁ λόγος βία ἀνάγκης. πᾶν γὰρ παρώνυμον εἰς ρος λῆγον παρασχηματιζόμενον τοῖς γένεσιν ὀξυτονεῖται, οἷον κάματος καματηρός, ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός, τόλμα τολμηρός, νόσος νοσηρός. εἰ δὴ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονηρὸς καὶ μοχθηρὸς ῥητέον ὀξυτόνως. εἰ δέ οἱ Ἀττικοὶ βαρυτονοῦσιν, οὐ θαυμαστόν ἐστι· χαίρουσι γὰρ τῇ βαρύτητι. ἄδελφε γοῦν λέγουσι τὴν πρώτην ὀξυτονοῦντες ὡς ἄπελθε᾿, φησὶν ὁ Τρύφων παρατιθέμενος Φιλήμονα τὸν ἀγξωνέα, ‘ὡς Θεττάλην ὡς Μυρτάλην καὶ χάριεν, τὴν πρώτην συλλαβὴν ὀξυτονοῦντες. ὥστε οὐκ εἰς διαστολήν’, φησίν, ‘τοῦ σημαινομένου εὗρον τὴν βαρύτητα, ἀλλ’ ὡς ἔθος ἐκπληροῦντες οὕτω προηνέγκαντο.’