Ancient Greek
437 to 442
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 437-442
Not analysed yet
σημεῖον καὶ τεκμήριον διαφέρει. Ἀντιφῶν ἐν τῇ Τέχνῃ (fr. 72 Blass ═Artium script. B X fr. 8 Raderm.) · ‘τὰ παροιχόμενα σημείοις πιστεύεσθαι, τὰ δέ μέλλοντα τεκμηρίοις’. σισύρα καὶ †σίσυρμα† διαφέρει. σισύρα μέν γὰρ τὸ 128 Va. ἐκ τῶν τετριχωμένων δερμάτων ἀναποίητον στέγαστρον, σίσυρμα δὲ τὸ ἐκ τῶν κροκυδίων ῥαπτόμενον ἀμπέχονον. σηκὸς δύο σημαίνει· θεῶν τε ναὸν καὶ προβάτων περιφράγματα. Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. Σικελὸς μέν γάρ ἐστιν ὁ ἐξ αὐτῆς τῆς Σικελίας ὤν, Σικελιώτης δέ ὁ Σικελὸς μέν μὴ ὤν, τὴν δέ χώραν αὐτὴν οἰκῶν. σιωπὴ σιγῆς διαφέρει. σιωπὴ μέν γάρ ἐστι κατάσχεσις λόγου, σιγὴ δὲ στέξις λόγου. σκήπτεσθαι καὶ σκέπτεσθαι διαφέρει. σκήπτεσθαι μέν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δέ τὸ βουλεύεσθαι.