Ancient Greek
Σ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 443
Not analysed yet
σκῶμμα γελοίου, εὐτραπέλου καὶ γεφυρισμοῦ διαφέρει. σκῶμμα μέν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον οἱονεὶ σκέμμα· γελοῖον δέ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν, χωρίς τινος ὕβρεως· εὐτρά|πελον τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον —εἴρηται δέ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον —· γεφυρι{α}σμὸς δέ ἀπὸ τοῦ τοῖς Ἀθήνησιν ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα μέτρων διασυρμούς τινων ??περιέχοντα̣?.