Ancient Greek
474 to 477
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 474-477
Not analysed yet
τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δέ τὸ κολάζειν. καὶ συντάσσουσι τὸ μέν ἐνεργητικὸν δοτικῇ οἷον ‘τιμωρῶ τῷ φίλῳ’, ἤγουν βοηθῶ τὸ δέ παθητικὸν αἰτιατικῇ οἷον ‘τιμωροῦμαι τὸν ἐχθρόν’, ἀντὶ τοῦ κολάζω. τιθέναι νόμον καὶ τίθεσθαι διαφέρει. τίθησι μέν γὰρ νόμον ὁ εἰσφέρων, τίθεται δέ ὁ κυρῶν. τόμος καὶ τομὸς διαφέρει. τόμος μέν γάρ ἐστιν ὁ τεμνόμενος χάρτης ἢ ἄλλο τι, τομὸς δέ ὁ τέμνων σίδηρος. τρίετες βαρυτόνως καὶ τριετές ὀξυτόνως διαφέρει, φη|σὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 61 Baege). ἐὰν μέν γὰρ βαρυτονήσωμεν, ἔσται ἐπὶ χρόνου διὸ καὶ ὁ ποιητής φησιν (β 106 ω 141) ‘ὡς τρίετες μὲν ἔληθε δόλῳ’. ἐὰν δέ ὀξυτονήσωμεν ‘τριετὲς’ ὡς ‘εὐφυές’, ἔσται ἐπὶ ἡλικίας οἷον ‘τριετὲς τὸ παιδίον’· ὅθεν καὶ ‘ἑξετέ’ ἀδμήτην’ (Ψ 266. 655). καὶ χρῆν ἀναγινώσκειν ὡς ἀξιοῖ ὁ Ἀσκαλωνίτης.