Ancient Greek
Τ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 478
Not analysed yet
τροχοὶ ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων (fr. 11 Vels.) ἐν δευτέρα Περὶ Ἀττικῆς προσῳδίας. τοὺς μὲν γὰρ περιφερεῖς τροχοὺς ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες· τρόχους δέ βαρυτόνως λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησίν, ἐν μέν Ἀλόπῃ Εὐριπίδου (fr. 105 N. 2)· ‘ὁρῶ μέν ἀνδρ̣?ῶ̣?ν τόνδε γυμνάδα στόλον στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον’, ἐν δὲ Μηδείᾳ (46) ‘ἀλλ᾿ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι’. ἀναλογικώτερον δέ τὸ βαρύνειν. τὰ γὰρ εἰς χος δισύλλαβα —παρατελεύτου ὄντος τοῦ ο —βαρυτονεῖται· οἷον λέχος ὄχος βρόχος κόγχος κόλχος μόσχος, οὕτω τρόχος. καὶ ἔτι τὰ παρὰ ῥήματα εἰς ω βαρύτονα καὶ αὐτὰ βαρυτονεῖται ἰσοσυλλαβοῦντα· οἷον πλέκω πλόκος, σπείρω σπόρος, λέγω λόγος, φέρω φόρος, οὕτω καὶ τρέχω τρόχος.