Ancient Greek
482 to 487
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 482-487
Not analysed yet
ὕμνος ἐγκωμίου διαφέρει. ὁ μὲν γὰρ ὕμνος ἐστὶ θεῶν, τὸ δὲ ἐγκώμιον ἀνθρώπων. ὕπαρ ὀνείρατος διαφέρει. ὕπαρ μέν γάρ ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία. ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. ὑπαντῆσαι μέν γὰρ ἐπὶ ὁδοῦ λέγουσιν· ἀπαντῆσαι δέ τὸ περιτυχεῖν δίκῃ, οἷον ‘ἀπήντησε κατὰ τὴν δίκην’, ἀντὶ τοῦ περιέτυχεν. ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. ὑπισχνεῖται μὲν γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων ἐπαγγέλλεται δέ ὁ δίχα παρακλήσεως παρέχειν βουλόμενος. ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μέν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον. ὑπάρξαι τό τε γενέσθαι καὶ τὸ κατάρξασθαι.