Ancient Greek
Υ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 488
Not analysed yet
ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δέ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦς ἢ ἵππους ἤ τι τοιοῦτον. ὡς καὶ Ὅμηρος (Π 148) ‘ὔπαγε ζυγὸν ὠκέας ἵππουςʼ. οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμόν ὥς φησι καὶ Ἀριστοφάνης (II p. 1188 M. ═fr. 652 K.) · ‘ἐγὼ δέ ὑπαίρω τὸν ὅρκον’ ἀντὶ τοῦ προαίρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτ᾿ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. ═fr. 79 K.) · ‘σὺ δʼ ὕπαγε εἰς τοὔμπροσθενʼ.