Ancient Greek
499 to 506
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 499-506
Not analysed yet
φιλεῖν καὶ κυνεῖν διαφέρει, ὅτι τὸ μέν κυνεῖν τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι, φιλεῖν δὲ τὸ ἀγαπᾶν καὶ ξενίζειν. φίλος καὶ ἑταῖρος διαφέρει. φίλοι μέν γὰρ κοινῶς ἅπαντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτούς ἔχοντες· ἑταῖροι δέ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες, οἱ καὶ ἐν τῇ συνηθεία καὶ ἐν τῇ συνεργείᾳ πολὺν χρόνον γεγονότες. φόρος καὶ φορὸς διαφέρει. φόρος μέν γὰρ λέγεται ὁ φέρων. |οὕτως καὶ φόνος ἡ ἀναίρεσις, φονὸς δέ ὁ τόπος τῆς ἀναιρέσεως. καὶ φορὸς ὁ φερόμενος. φράσον καὶ φράσαι διαφέρει. φράσον μέν γάρ ἐστι τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι· ‘σὺ δὲ φράσαι, εἴ με σαώσεις’ (A 83). φριμάττεσθαι καὶ φρυάττεσθαι διαφέρει. φριμάττεσθαι μέν γὰρ τὸν τράγον φαμέν —καὶ φριμαγμὸς ἡ τοῦ τράγου φονὴ ὥσπερ πταρνυμένου —,φρυάττεσθαι δέ τὸν ἵππον τὸν φυσῶντα καὶ γαυρούμενον. φρονεῖν καὶ καταφρονεῖν διαφέρει. φρονεῖν μέν γάρ ἐστι τὸ λογίζεσθαί τι καὶ ἐνθυμεῖσθαι, καταφρονεῖν δέ τὸ εὐτελίζειν καὶ ὑπερορᾶν. φερνὴ μέν ἡ προίξ, φέρνιον δέ τὸ ἁλιευτικὸν σπυρίδιον. φύλλον καὶ φῦλον διαφέρει. φύλλον μέν γὰρ τὸ πέταλον δένδρου, φῦλον δέ τὸ γένος.