Ancient Greek
Φ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 507
Not analysed yet
φωνεῖν καὶ ὠρύεσθαι διαφέρει. φωνεῖν μέν γὰρ ἐπὶ ἀνθρώπων τάσσεται, ὠρύεσθαι δὲ ἐπὶ λύκων. παρατηρητέον δὲ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστῳ, ὅτι βληχᾶσθαι μέν γὰρ λέγεται ἐπὶ τῶν προβάτων, μηκᾶσθαι δὲ ἐπὶ τῶν αἰγῶν διὰ τοῦ η, μυκᾶσθαι δέ ἐπὶ βοῶν διὰ τοῦ ῡ, βρῶμᾶσθαι ἐπὶ ὄνων, βρυχᾶσθαι δʼ ἐπὶ λεόντων, χρεμετίζειν δʼ ἐπὶ ἵππων, ἀραρίζειν δέ ἐπὶ κυνῶν παῤ Ἀθηναίοις ἀπὸ τῆς αρ φωνῆς, παῤ ἡμῖν δʼ ὑλακτεῖν λέγεται.