Ancient Greek
Φ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 508
Not analysed yet
φωλεὸς καὶ κοίτη διαφέρει. φωλεὸς μέν γὰρ ἐπὶ τῶν ἑρπετῶν τάσσεται, κοίτη δʼ ἐπὶ τῶν ἀνθρώπων. ὥστε ἐπὶ μέν ἀνθρώπων ῥητέον τὸ κοιτάζζειν, ἐπὶ δὲ τῶν ἑρπετῶν τὸ φωλεύειν ἐπὶ δὲ τῶν ὀρνέων νοσσεύειν. ὁ γοῦν λέγων ‘νοσσιὰν τέκνων’ (tragic. fr. ad. 189 N. 2) ἀκυρολογεῖ τέκνα μέν γὰρ ἀνθρώπων, ωεοσσοὶ δʼ ὀρνίθων, νεβροὶ δʼ ἐλάφων, σκύμνοι δέ λεόντων, σκύλακες δέ κυνῶν.